Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 7.8 Dem. 7.12 (English) >>Dem. 7.15

7.10καίτοι Ἀθηναίων οἱ ἐν Ποτειδαίᾳ κατοικοῦντες, οὐκ ὄντος αὐτοῖς πολέμου πρὸς Φίλιππον, ἀλλὰ συμμαχίας, καὶ ὅρκων ὀμωμοσμένων, οὓς Φίλιππος τοῖς οἰκοῦσιν ἐν Ποτειδαίᾳ ὤμοσεν, ἀφῃρέθησαν ὑπʼ αὐτοῦ τὰ κτήματα. ταῦτα δὴ βούλεται τἀδικήματα πανταχῶς παρʼ ὑμῖν βεβαιώσασθαι, ὅτι οὔτʼ ἐγκαλεῖτε οὔθʼ ἡγεῖσθε ἀδικεῖσθαι· 7.11ἐπεὶ ὅτι γε συμβόλων οὐδὲν δέονται Μακεδόνες πρὸς Ἀθηναίους, παρεληλυθὼς ὑμῖν χρόνος τεκμήριον γενέσθω· οὔτε γὰρ Ἀμύντας πατὴρ Φιλίππου οὔθʼ οἱ ἄλλοι βασιλεῖς οὐδεπώποτε σύμβολα ἐποιήσαντο πρὸς τὴν πόλιν τὴν ἡμετέραν. 7.12καίτοι πλείους γε ἦσαν αἱ ἐπιμειξίαι τότε πρὸς ἀλλήλους νῦν εἰσίν· ὑφʼ ἡμῖν γὰρ ἦν Μακεδονία καὶ φόρους ἡμῖν ἔφερον, καὶ τοῖς ἐμπορίοις τότε μᾶλλον νῦν ἡμεῖς τε τοῖς ἐκεῖ κἀκεῖνοι τοῖς παρʼ ἡμῖν ἐχρῶντο, καὶ ἐμπορικαὶ δίκαι οὐκ ἦσαν, ὥσπερ νῦν, ἀκριβεῖς, αἱ κατὰ μῆνα, ποιοῦσαι μηδὲν δεῖσθαι συμβόλων τοὺς τοσοῦτον ἀλλήλων ἀπέχοντας. 7.13ἀλλʼ ὅμως οὐδενὸς τοιούτου ὄντος τότε, οὐκ ἐλυσιτέλει σύμβολα ποιησαμένους οὔτʼ ἐκ Μακεδονίας πλεῖν Ἀθήναζε δίκας ληψομένους, οὔθʼ ἡμῖν εἰς Μακεδονίαν, ἀλλʼ ἡμεῖς τε τοῖς ἐκεῖ νομίμοις ἐκεῖνοί τε τοῖς παρʼ ἡμῖν τὰς δίκας ἐλάμβανον. μὴ οὖν ἀγνοεῖτε ὅτι τὰ σύμβολα ταῦτα γίγνεται εἰς ὑποδοχὴν τοῦ μηδʼ ἀμφισβητῆσαι εὐλόγως ὑμᾶς ἔτι Ποτειδαίας.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 7.8 Dem. 7.12 (English) >>Dem. 7.15

Powered by PhiloLogic